Κορονοϊού Πάρεργα
Category : Uncategorized
Του Καθηγητού Παλαιογραφία Αγαμέμνονος Τσελίκα:
Αγαπητοί φίλοι και φίλες αυτό είναι το τρίτο πάρεργο του εγκλεισμού. Το πρώτο είναι το αντίδοτο”Ἰατρικὸν πάνυ δόκιμον εἰς κορονοϊὸν εὑρεθὲν εἰς ἀρχαῖον χειρόγραφον.”, το δεύτερο (αδημοσίευτο) ολόκληρη παράσταση Καραγκιόζη με τίτλο “Ο Καραγκιόζης και ο γιος της Κορώνας”, και το τρίτο είναι το σημερινό που δεν είναι σατυρικό. Σε όλους εύχομαι Καλή Ανάσταση και οι νοσούντες να αναρρώσουν γρήγορα. Μαζί με την ευγνωμοσύνη μου σε όσους δίνουν τη μάχη εναντίον του ιού.
ΕΓΚΛΕΙΣΜΟΥ ΠΑΡΕΡΓΑ 3
Βιβλίον τῆς Ἐξόδου δεύτερον. Σοφίᾳ πρόσχωμεν.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι λοιμὸς Ἰοῦ Κορώνης ἐπέπεσεν ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ πολλοὶ ἀπέθνησκον, ὅτι πολλὴ ἡ ανομία ἦν ἐν αὐτῷ. Καὶ ἐλάλησεν Κύριος ὡς μεγαλόθυμος τῷ Μωϋσῇ καὶ εἶπεν: Κέλευσον τῷ Ἰῷ τῆς Κορώνης, ἵνα τχέως άπέλθη ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἐπετίμησεν Μωϋσῆς τὸν Ἰὸν τῆς Κορώνης. Καὶ οὗτος οὐκ ὑπήκουσεν τῷ Μωϋσῇ. Ἐθρασύνθη δὲ καὶ σφοδρότερος ἐνέσκηψε ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ καὶ ἔτι πλείονες ἀπέθνησκον. Καὶ εἶδεν Μωϋσῆς καὶ ἐφοβήθη. Καὶ εδεήθη τοῦ Θεοῦ, ἵνα ἀποστείλῃ αὐτῷ βοήθειαν. Καὶ ἤκουσεν ὁ Θεὸς τὴν δέησιν Μωϋσῆ καὶ εἶπεν αὐτῷ: Ἐπιτίμησον τὸν Ἰὸν καὶ ἀποστελῶ σοι. Εἰπὲ δὲ τῷ λαῷ σου, ἵνα μὴ τοῦ λοιποῦ παρήκοοι γένωνται ταῖς ἐντολαῖς μου καὶ ἵνα παύσωνται παρανομοῦντες. Καὶ ἀπέστειλεν ὁ Θεὸς Τσιόδραν τὸν ἰατρὸν δεινὸν ἀκέστωρα καὶ Χαρδαλέαν τὸν ἀπὸ ἐπάρχων πρῶτον τῇ τάξει. Εἱστήκεσαν δὲ οὗτοι παρὰ τῷ Μωϋσῆ, ὁ εἷς ἐκ δεξιῶν ὁ δ’ ἕτερος ἐξ εὐωνύμων μετὰ τῶν ταξιαρχιῶν αυτῶν. Εἶπεν δὲ αὐτοῖς Μωϋσῆς: Πράξατε ὡς γινώσκετε καὶ σώσατε τὸν λαόν μου. Οἱ δὲ περιεζώσαντο τὰς ἑαυτῶν ρομφαίας καὶ ἐπῆλθον μετὰ τῶν στρατιωτῶν αὐτῶν εἰς ὑπάντησιν τοῦ Ἰοῦ τῆς Κορώνης. Εἶπον δὲ τῷ λαῷ: Ἀκούσατε τὰς ἐντολὰς καὶ νουθεσίας ἡμῶν. Ἐγκλείσθητε εἰς τὰς σκηνάς σας καὶ οὐ μὴ ἐξέλθητε ἐξ αὐτῶν, ὅτι ὁ Ἰὸς πανταχοῦ περιπολεῖ. Κρυφὸς γὰρ καὶ ἀόρατός ἐστι. Τὰ σώματα ὑμῶν πανταχόθεν καλύψατε καὶ μὴ συγχρωτεῖσθε πυκνῶς, ὅτι δόλιός ἐστι καραδοκῶν βλάψαι ὑμᾶς. Καὶ ὁ λαὸς ἀπεκρίθη: Ἠνωτίσθημαν τὰς ἐντολὰς ὑμῶν καὶ τηρήσομεν αὐτάς.
Οἱ δὲ ἐκ Θεοῦ σταλέντες ταξιάρχαι τῷ Μωϋσῇ Τσιόδρας καὶ Χαρδαλέας μετὰ τῶν στρατιωτῶν αὐτῶν προῆλθον καὶ ἐπέπεσον ἐπὶ τὴν παρεμβολὴν Ἰοῦ τῆς Κορώνης, ἵνα πολεμήσωσιν αὐτόν. Καὶ μάχην σφοδροτάτην ἐποιήσαντο ἕως τὰς δυσμὰς τοῦ ἡλίου, ἀλλ’ οὐκ ἠδυνήθησαν ἐκπολεμῆσαι αὐτόν. Ἰσχυρῶς γὰρ ἀνθίστατο.
Τινὲς δὲ τοῦ λαοῦ παρήκοοι τῶν ἐντολῶν καὶ εὐήθεις οὐκ ἠβουλήθησαν τηρῆσαι τὸν ἐγκλεισμὸν καὶ παραμεῖναι εἰς τὰς σκηνὰς αὐτῶν καὶ ἀφρόνως ἐξῆλθον εἰς τὰ πέριξ τῆς παρεμβολῆς κινδυνεύοντες θύματα γενέσθαι καὶ βορὰ τοῦ Ἰοῦ.
Τῇ ἐπιούσῃ γενομένου τούτου γνωστοῦ τῷ Μωϋσῇ οὗτος ὠργίσθη τὰ μάλα καὶ ἐνετείλατο τοῖς ὑπηρέταις αὐτοῦ ὅπως συλλάβωσι τούτους καὶ μαστιγώσωσι.
Καὶ ἐξῆλθεν καὶ πάλιν Τσιόδρας καὶ Χαρδαλέας, ὅπως ἀπαντήσωσι καὶ πάλιν τὸν Ἰὸν τῆς Κορώνης ἐν τῷ πεδίῳ. Καὶ ἐπέδραμον ἔφιπποι κατ’ αὐτοῦ μετὰ τῶν ταξιαρχῶν αὐτῶν σθεναρῶς καὶ γενναίως. Καὶ ἐπολέμουν αὐτὸν ἕως μεσημβρίας. Ὁ δὲ Μωϋσῆς ὁρῶν τὴν μάχην ἐδέετο τοῦ Θεοῦ ἵνα ένδυναμώσῃ τοὺς μαχητὰς τοῦ λαοῦ καὶ εἶπε: Στήτω ἡ ἡμέρα καὶ ὁ ἥλιος καθ’ ὕψος τόξου αὐτοῦ. Καὶ ἰδοῦ ὁ Θεὸς ἐπέτεινεν τὰς ἀκτίνας τοῦ ἡλίου καὶ τὸ καῦμα αὐτοῦ ἐπί τοῦ Ἰοῦ τῆς Κορώνης καὶ τῶν στρατιωτῶν αὐτοῦ καὶ ἐξουθένωσαν πάντας. Καὶ θαῤῥρήσαντες οἱ ταξιάρχαι Μωϋσέως ἔτι σφοδρότερον ἐπέδραμον ἐπὶ τὸν Ἰὸν τῆς Κορώνης καὶ ἐτροπώσαντο αὐτὸν καὶ ἠφάνισαν αὐτὸν ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἀνακάμψαντες Τσιόδρας και Χαρδαλέας εἰς τὰς σκηνὰς Μωϋσέως εἶπον αὐτῷ: Ἰδοῦ ἡμεῖς διὰ τῆς δυνάμεως τοῦ Θεοῦ ἐλυτρώσαμεν τὸν λαόν σου ἐκ τοῦ φοβεροῦ τούτου καὶ ἀνθρωποβόρου ἐχθροῦ. Παράλαβε οὖν αὐτὸν καὶ ἔξελθε τῆς γῆς ταύτης τῆς ἀνομίας καὶ ὁ Θεὸς ἔσεται πάντων βοηθός.
Ἡ εἰκόνα εἶναι λεπτομέρεια ἀπὸ τὸ περίφημο περγαμηνὸ εἰλιτάριο τοῦ 10ου αἰώνα μὲ τὴν ἱστορία τοῦ Ἰησοῦ τοῦ Ναυΐ. Cod. Vat. Pal. Gr. 431.
ΚΑΛΗ ΑΝΑΣΤΑΣΗ