Διάβαζε ο Κωνσταντίνος Χρηστομάνος Ηρόδοτο ;
Category : Modern Greek Aestheticism & Antiquity
Ποιος ξέρει. Πάντως στην Κερένια Κούκλα του 1911 διαβάζουμε μία περιγραφή που θυμίζει του Ξέρξη την θλίψη :
“Λόφοι εσείς απαλοί και πράσινοι και θάλασσα αρχαία που λάμπεις, με τα μαύρα καράβια των καημών που σε σιγοπερπατούν, πόσα μάτια σας έχουν κοιτάξει απ’ τον παλιό καιρό, εδώ, απ’ το βουνό του Φιλοπάππου απάνω, σαν τώρα που ξαστράφτει η ομορφιά σας, κι απ’ τα αιώνια νιάτα σας άντλησαν ελπίδα για της ζωής τη χαρά !
Κι έσβησαν όλα τα μάτια που σας αγναντέψανε, μα εσείς στεκόσαστε αυτού και δίνετ’ ελπίδα για της ζωής τη χαρά στα μάτια που θα σβήσουν!”
Ηροδότου Ιστορίαι,Ουρανία, 8. 90:
ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν. πρὸς δέ τι καὶ προσεβάλετο φίλος ἐὼν Ἀριαράμνης ἀνὴρ Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος. οἳ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο.
Ηροδότου Ιστορίαι, Πολύμνια 7.45 – 47.
ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων, ἐνθαῦτα ὁ Ξέρξης ἑωυτὸν ἐμακάρισε, μετὰ δὲ τοῦτο ἐδάκρυσε.
μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως, ὃς τὸ πρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, οὗτος ὡνὴρ φρασθεὶς Ξέρξην δακρύσαντα εἴρετο τάδε. ‘ὦ βασιλεῦ, ὡς πολλὸν ἀλλήλων κεχωρισμένα ἐργάσαο νῦν τε καὶ ὀλίγῳ πρότερον: μακαρίσας γὰρ σεωυτὸν δακρύεις.’
ὁ δὲ εἶπε ‘ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται.’ ὁ δὲ ἀμείβετο λέγων ‘ἕτερα τούτου παρὰ τὴν ζόην πεπόνθαμεν οἰκτρότερα.